Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.302 Joseph. AJ 6.306 (English) >>Joseph. AJ 6.310

6.305καὶ ταῦτα μέλλοντι βασιλεύειν.” δὲ τὰ δῶρα δεξάμενοςἀλλά σε, φησίν, γύναι, θεὸς εὐμενὴς ἤγαγε πρὸς ἡμᾶς τήμερον· οὐ γὰρ ἂν τὴν ἐπερχομένην ἡμέραν εἶδες, ἐμοῦ τὸν οἶκον τὸν Ναβάλου διὰ τῆσδε τῆς νυκτὸς ὀμόσαντος ἀπολέσαι καὶ μηδένα ὑμῶν ἀπολείψειν ἀπὸ ἀνδρὸς ἕως τετραπόδου πονηροῦ καὶ ἀχαρίστου πρὸς ἐμὲ καὶ τοὺς ἐμοὺς ἑταίρους γενομένου. νῦν δὲ φθάσασα προέλαβες καταμειλίξασθαί μου τὸν θυμὸν κηδομένου σου θεοῦ. ἀλλὰ Νάβαλος μὲν κἂν ἀφεθῇ διὰ σὲ νῦν τῆς τιμωρίας οὐ φεύξεται τὴν δίκην, ἀλλʼ τρόπος αὐτὸν ἀπολεῖ λαβὼν αἰτίαν ἄλλην.” 6.306

Ταῦτʼ εἰπὼν ἀπολύει τὴν γυναῖκα· δʼ εἰς τὸν οἶκον ἐλθοῦσα καὶ καταλαβοῦσα τὸν ἄνδρα μετὰ πολλῶν εὐωχούμενον καὶ κεκαρωμένον ἤδη τότε μὲν οὐδὲν τῶν γεγενημένων διεσάφει, τῇ δὲ ἐπιούσῃ νήφοντι ἅπαντα δηλώσασα παρεθῆναι καὶ πᾶν αὐτῷ νεκρωθῆναι τὸ σῶμα ὑπὸ τῶν λόγων καὶ τῆς ἐπʼ αὐτοῖς λύπης ἐποίησε· καὶ δέκα οὐ πλείους ἐπιζήσας ἡμέρας τὸν βίον κατέστρεψεν Νάβαλος. 6.307ἀκούσας δʼ αὐτοῦ τὴν τελευτὴν Δαυίδης ἐκδικηθῆναι μὲν αὑτὸν ὑπὸ τοῦ θεοῦ καλῶς ἔλεγεν· ἀποθανεῖν γὰρ Νάβαλον ὑπὸ τῆς ἰδίας πονηρίας καὶ δοῦναι δίκην αὐτῷ καθαρὰν ἔχοντι τὴν δεξιάν· ἔγνω δὲ καὶ τότε τοὺς πονηροὺς ἐλαυνομένους ὑπὸ τοῦ θεοῦ μηδενὸς τῶν ἐν ἀνθρώποις ὑπερορῶντος, διδόντος δὲ τοῖς μὲν ἀγαθοῖς τὰ ὅμοια, τοῖς δὲ πονηροῖς ὀξεῖαν ἐπιφέροντος τὴν ποινήν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.302 Joseph. AJ 6.306 (English) >>Joseph. AJ 6.310

Powered by PhiloLogic